Παρασκευή 3 Μαΐου 2013

Μεγάλη Παρασκευή: Σε τον αναβαλλόμενον το φώς...'



Το δοξαστικό των αποστίχων του εσπερινού της Μεγάλης Παρασκευής.
Ακούστε το τροπάρια όπως ψάλθηκε στην Αγία Σοφία Κωνσταντινούπολης 






Σὲ τὸν ἀναβαλλόμενον, τὸ φῶς ὥσπερ ἱμάτιον, καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου, σὺν Νικοδήμῳ, καὶ θεωρήσας νεκρὸν γυμνὸν ἄταφον, εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν· Οἴμοι, γλυκύτατε Ἰησοῦ! ὃν πρὸ μικροῦ ὁ ἥλιος ἐν Σταυρῷ κρεμάμενον θεασάμενος, ζόφον περιεβάλλετο, καὶ ἡ γῆ τῷ φόβῳ ἐκυμαίνετο, καὶ διεῤῥήγνυτο ναοῦ τὸ καταπέτασμα· ἀλλ´ ἰδοὺ νῦν βλέπω σε, δι´ ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον· πῶς σε κηδεύσω Θεέ μου; ἢ πῶς σινδόσιν εἱλήσω; ποίαις χερσὶ δὲ προσψαύσω, τὸ σὸν ἀκήρατον σῶμα; ἢ ποία ᾄσματα μέλψω, τῇ σῇ ἐξόδῳ Οἰκτίρμον; Μεγαλύνω τὰ Πάθη σου, ὑμνολογῶ καὶ τὴν Ταφὴν σου, σὺν τῇ Ἀναστάσει, κραυγάζων· Κύριε δόξα σοι.




0 comments:

Δημοσίευση σχολίου